Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.313 Joseph. BJ 3.321 (English) >>Joseph. BJ 3.329

3.318καὶ ὡς ἀγρυπνίᾳ διηνεκεῖ καὶ μάχαις ἐπαλλήλοις δεδαπανημένοι δυνατοὶ μὲν εἶεν οὐδὲ βιαζομένους ἔτι φέρειν, καὶ δόλῳ δʼ ἂν ἁλοῖεν, εἴ τις ἐπιθοῖτο· 3.319περὶ γὰρ τὴν ἐσχάτην φυλακήν, καθʼ ἣν ἄνεσίν τε τῶν δεινῶν ἐδόκουν ἔχειν καὶ καθάπτεται μάλιστα κεκοπωμένων ἑωθινὸς ὕπνος, καταδαρθάνειν ἔφασκεν τοὺς φύλακας συνεβούλευέν τε κατὰ ταύτην τὴν ὥραν ἐπελθεῖν. 3.320τῷ δʼ ἦν μὲν διʼ ὑπονοίας αὐτόμολος τό τε πρὸς ἀλλήλους πιστὸν εἰδότι τῶν Ἰουδαίων καὶ τὴν πρὸς τὰς κολάσεις ὑπεροψίαν, 3.321ἐπειδὴ καὶ πρότερον ληφθείς τις τῶν ἀπὸ τῆς Ἰωταπάτης πρὸς πᾶσαν αἰκίαν βασάνων ἀντέσχεν καὶ μηδὲν διὰ πυρὸς ἐξερευνῶσι τοῖς πολεμίοις περὶ τῶν ἔνδον εἰπὼν ἀνεσταυρώθη τοῦ θανάτου καταμειδιῶν· 3.322τά γε μὴν εἰκότα πιστὸν ἐποίει τὸν προδότην, καὶ τάχα μὲν ἀληθεύειν ἐκεῖνον, μηδὲν δʼ

-- --

αὐτὸς ἐξ ἐνέδρας πείσεσθαι μέγα προσδοκῶν, τὸν μὲν φυλάσσειν ἐκέλευσεν, ἐπὶ δὲ τὴν κατάληψιν τῆς πόλεως παρεσκεύαζε τὴν στρατιάν. 3.323

Κατὰ δὲ τὴν μηνυθεῖσαν ὥραν ᾔεσαν ἡσυχῆ πρὸς τὸ τεῖχος. 3.324καὶ πρῶτος ἐπιβαίνει Τίτος σὺν ἑνὶ τῶν χιλιάρχων Δομετίῳ Σαβίνῳ τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος ὀλίγους ἄγων· 3.325ἀποσφάξαντες δὲ τοὺς φύλακας εἰσίασιν εἰς τὴν πόλιν, μεθʼ οὓς Σέκστος τις Καλουάριος χιλίαρχος καὶ Πλάκιδος τοὺς ὑπὸ σφίσι τεταγμένους εἰσῆγον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.313 Joseph. BJ 3.321 (English) >>Joseph. BJ 3.329

Powered by PhiloLogic